Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 55.6 Dem. 55.10 (English) >>Dem. 55.14

55.8ἐγὼ τοίνυν ἱκανὰ μὲν ἡγοῦμαι καὶ ταῦτʼ εἶναι πρὸς τὴν τούτων ἀναίδειαν· ἵνα δʼ εἰδῆτʼ, ἄνδρες Ἀθηναῖοι, καὶ περὶ τῶν ἄλλων, ὡς οὔθʼ πατὴρ οὐδὲν ἠδίκει περιοικοδομῶν τὸ χωρίον οὗτοί τε κατεψευσμένοι πάντʼ εἰσὶν ἡμῶν, ἔτι σαφέστερον ὑμᾶς πειράσομαι διδάσκειν. τὸ μὲν γὰρ 55.9χωρίον ὁμολογεῖται καὶ παρʼ αὐτῶν τούτων ἡμέτερον ἴδιον εἶναι· τούτου δʼ ὑπάρχοντος, ἄνδρες Ἀθηναῖοι, μάλιστα μὲν ᾔδειτʼ ἂν ἰδόντες τὸ χωρίον ὅτι συκοφαντοῦμαι. διὸ καὶ τοῖς εἰδόσιν ἐπιτρέπειν ἐβουλόμην ἐγώ, τοῖς ἴσοις. ἀλλʼ οὐχ οὗτοι, καθάπερ νυνὶ λέγειν ἐπιχειροῦσιν· δῆλον δʼ ὑμῖν καὶ τοῦτʼ αὐτίκʼ ἔσται πᾶσιν. ἀλλὰ προσέχετʼ, ἄνδρες Ἀθηναῖοι, πρὸς Διὸς καὶ θεῶν τὸν νοῦν. 55.10τοῦ γὰρ χωρίου τοῦ τʼ ἐμοῦ καὶ τοῦ τούτων τὸ μέσον ὁδός ἐστιν, ὄρους δὲ περιέχοντος κύκλῳ τοῖς χωρίοις τὸ καταρρέον ὕδωρ τῇ μὲν εἰς τὴν ὁδόν, τῇ δʼ εἰς τὰ χωρία συμβαίνει φέρεσθαι. καὶ δὴ καὶ τούτου τὸ εἰσπῖπτον εἰς τὴν ὁδόν, μὲν ἂν εὐοδῇ, φέρεται κάτω κατὰ τὴν ὁδόν, δʼ ἂν ἐνστῇ τι, τηνικαῦτα τοῦτʼ εἰς τὰ χωρίʼ ὑπεραίρειν ἀναγκαῖον ἤδη. 55.11καὶ δὴ κατὰ τοῦτο τὸ χωρίον, ἄνδρες δικασταί, γενομένης ἐπομβρίας συνέβη τὸ ὕδωρ ἐμβαλεῖν· ἀμεληθὲν δʼ οὔπω τοῦ πατρὸς ἔχοντος αὐτό, ἀλλʼ ἀνθρώπου δυσχεραίνοντος ὅλως τοῖς τόποις καὶ μᾶλλον ἀστικοῦ, δὶς καὶ τρὶς ἐμβαλὸν τὸ ὕδωρ τά τε χωρίʼ ἐλυμήνατο καὶ μᾶλλον ὡδοποίει. διὸ δὴ ταῦθʼ πατὴρ ὁρῶν, ὡς ἐγὼ τῶν εἰδότων ἀκούω, καὶ τῶν γειτόνων ἐπινεμόντων ἅμα καὶ βαδιζόντων διὰ τοῦ χωρίου, τὴν αἱμασιὰν περιῳκοδόμησεν ταύτην.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 55.6 Dem. 55.10 (English) >>Dem. 55.14

Powered by PhiloLogic